ΟΙ ΑΓΙΟΙ ΑΝΕΤΡΕΠΑΝ
 ΤΙΣ ΑΙΡΕΣΕΙΣ, ΔΕΝ ΤΙΣ ΑΨΗΦΟΥΣΑΝ

 

Στὸν Ὄρθρο τῆς ἑορτῆς τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ,  ψάλλουμε καὶ τὰ ἑξῆς τροπάρια:
 
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Ἰωάννη σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα, τῇ Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ.
Αὐτὸς ὁ Ἅγιος τῆς Ἐκκλησίας, ποὺ πολέμησε τὴν αἵρεση τῆς Εἰκονομαχίας καὶ ἀναθεματίσθηκε γι’ αὐτό ἀπὸ κανονικὴ Σύνοδο (τυπικὰ Ὀρθοδόξων Ἐπισκόπων), σὲ συμφωνία μὲ ὅλους τοὺς Ἁγίους, διδάσκει ὅτι εἶναι βλαβερὲς οἱ συναναστροφὲς μὲ τοὺς ἄδικους, τοὺς ἀσεβεῖς, τοὺς αἱρετικούς, ἀφοῦ ἔχει σχέση μὲ τὴ σωτηρία μας. Τοῦτο ἰσχύει πολὺ περισσότερο μὲ τοὺς παναιρετικοὺς Οἰκουμενιστές.
Αὐτὴ λοιπόν, εἶναι ἡ διαχρονικὴ διδασκαλία τῆς Ἐκκλησίας, ποὺ δὲν μπορεῖ νὰ ἀλλάξει, ἂν κάποια ἄλλη πρακτικὴ «κατ’ οἰκονομίαν» υἱοθετηθεῖ ἀπὸ ἄλλον Ἅγιο. Γράφει ὁ ἅγιος Ἰωάννης ὁ Δαμασκηνός:
 «Βλαβεραὶ αἱ πρὸς τοὺς κακοὺς συνουσίαι, ἐπειδὴ νόμος αὐτὸς φιλίας, δι' ὁμοιότητος πεφυκέναι τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις, ὁ κατὰ μέρος ἀναπεμπόμενος ἀήρ, λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται, οὕτως ἡ πρὸς τοὺς φαύλους συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησιν, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ. Φασὶ τὸν λοιμὸν οἱ περὶ ταῦτα δεινοί, ἐπειδὰν ἑνὸς ἀνθρώπου, ἢ κτήνους ἅψηται, κατανέμεσθαι ἐπὶ πάντας τοὺς ἐγγίζοντας. Φύσιν γὰρ εἶναι τῆς νόσου ταύτης, τὸ ἐξ ἀλλήλων πάντας ἀναπιμπλάναι τῆς ἀρρωστίας. Τοιοῦτοι δήτινές εἰσι καὶ οἱ ἐργάται τῆς ἀδικίας. Ἄλλος γὰρ ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Ρᾷον κακίας μεταλαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον ἢ ὑγείαν χαρίσασθαι» (Δαμασκηνοῦ Ἰω., Εἰς τὰ ἱερὰ παράλληλα).
Ὅπως λοιπόν, οἱ ψυχικὰ μολυσμένοι μᾶς ἐπηρεάζουν καὶ μᾶς μολύνουν, ἔτσι καὶ οἱ ψυχικὰ ὑγιεῖς, οἱ κατὰ Θεὸν πορευόμενοι καὶ τὶς Ἐντολὲς τηροῦντες, οἱ ἅγιοι, μᾶς παιδαγωγοῦν, μᾶς καθοδηγοῦν καὶ μᾶς ἁγιάζουν, ὅπως στὸ βίο ἄλλου ἁγίου διαβάζουμε: «Εἰ δέ τις σχήματι ἢ λόγοις τὸν Χριστὸν φιλοσοφεῖ, μὴ προσέχετε αὐτῷ. …Εἴ τις εὑρεθῇ πόθῳ τὰς ἐντολὰς τοῦ Χριστοῦ ἐργαζόμενος καὶ τὰ ἔργα αὐτοῦ συμφωνῇ τοῖς ἀγαθοῖς αὐτοῦ λόγοις, πάντοτε ἔχων καρδίαν συντετριμμένην κατευτελίζει ἑαυτὸν νυκτὸς καὶ ἡμέρας. Καὶ ὁ τοιαῦτα ποιῶν, οὗτος ἐν ἀληθείᾳ στήκει, καὶ τῷ τοιούτῳ προσκολληθήσεσθε καὶ ὡς πατέρα καὶ διδάσκαλον καὶ ἀδελφόν…ἑαυτοῖς προσλαμβανώμεθα … Ὁ γὰρ κολλώμενος ἁγίοις ἁγιασθήσεται. Καὶ πάλιν “Μετὰ ἀνδρὸς θυμώδους μὴ συναυλίζου, μήποτε μάθῃς τὰς ὁδοὺς αὐτοῦ καὶ λάβῃς βρόχους τῇ ψυχῇ σου”· “φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί”. Ἐὰν δὲ προσκολλᾶσαι, τῷ ἀγαθῷ καὶ συνετῷ προσκολλοῦ» (Callinicus Biogr., ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΥΠΑΤΙΟΥ ΤΟΥ ΕΝ ΡΟΥΦΙΝΙΑΝΑΙΣ).
Εἶναι φανερὸ λοιπόν, ὅτι αὐτὰ δὲν εἶναι διδασκαλία μεμονωμένων μόνον Πατέρων, ἀλλὰ ἡ καθολικὴ στάση τῆς Ἐκκλησίας. Διαβάζουμε στὰ Πρακτικὰ τῆς Ε΄ Οἰκουμενικῆς Συνόδου, τὴν ἔκδοση τῶν ὁποίων ἐπιμελήθηκε ὁ Μητροπολίτης Νικοπόλεως Μελέτιος: «Ὥσπερ γὰρ τὰ χρονιώτερα τῶν παθῶν δυσχερέστατά πώς ἐστι πρὸς τὸ θεραπεῦσαι, ἢ τάχα που καὶ εἰς ἅπαν ἀρνεῖται τοῦτο, οὕτω καὶ ψυχὴ διεστραμμένων ἐννοιῶν καὶ δογμάτων σηπεδόνι ἀρρωστήσασα, δυσαπόβλητον ἔχει τὸ πάθος» (Μελετίου Νικοπόλεως, Ἡ Πέμπτη Οἰκουμενικὴ Σύνοδος, σελ. 358).